Ἆρα τὴν τῆς Κλεοπάτρας ἀδελφὴν ηὑρήκασιν;

Ἀρχαιολόγος τις Αὐστριακὴ διαβεβαιοῦται ὅτι ηὕρηκεν τὸν τῆς Ἀρσινόης νεκρόν

Ἐν τῇ πόλει Ἐφέσῳ ἡ Αὐστριακὴ ἀρχαιολόγος Ἵλκη Τοῦρ νεκρόν τινα γυναικὸς ηὗρεν ἤδη τὸ δέκατον ἔτος. ὁ μὲν νεκρὸς ἐν οἰκοδομήματι ”Ὀκτάγωνον” καλουμένῳ ἔκειτο, τὴν δὲ ἀρχαιολόγον οὐκ ἔλαθεν νεκρὸς ὢν δυνατῆς τότε γυναικός, νῦν δὲ λέγει ἡ ἀρχαιολόγος ὅτι οὗτός ἐστιν ὁ τῆς Ἀρσινόης νεκρός. τὸν νεκρὸν εὑροῦσα, ἡ Τοῦρ πάσας τὰς πείρας ἐποιήσατο, καὶ τὴν τοῦ ”ἄνθρακος 14” πεῖραν ἣ ἔδειξε νεκρὸν γυναικός τινος εἴκοσιν ἐτῶν οὔσης ὅτε ἀπέθανεν· κατὰ δὲ τὴν ἀρχαιολόγον  οἱ πολῖται ἐν ἐκείνῳ τῷ χρόνῳ τοὺς νεκροὺς ἐν τῇ πόλει οὔποτε ἔθαπτον, ἀλλὰ ἔξω τῆς πόλεως, εἰ μή τις ἔνδοξος εἴη· καὶ δὴ καὶ τοῦτο μὲν τὸ οἰκοδόμημα ἐν ᾧ ὁ νεκρὸς ἔκειτο Αἰγυπτίῳ βασιλείῳ ἔοικεν, οἰ δὲ ἰατροὶ λέγουσιν ὅτι, ἥτις ἂν εἴη αὕτη, οὐ διὰ νόσου ἀλλὰ βίᾳ ἀπέθανεν.

ὅμως δὲ ἡ τοῦ DNA πεῖρα οὐδὲν βέβαιον ἐπιδείκνυσιν, τοῦτο δὲ πυθόμενοι πολλοὶ ἄλλοι ἀρχαιολόγοι τὴν Τοῦρ μέμφονται ὅτι διαβεβαιοῦται τὴν Ἀρσινόην εὑρηκέναι. νῦν ἡ Τοῦρ ἐν ταῖς ΗΑΠ ἐστίν, οὗ ἐν πανεπιστημίοις τισὶ περὶ ταύτης τῆς εὑρήσεως ἀγορεύει, ἡ γὰρ ὁμὰς ”Ἀμερικανοὶ Φίλοι τῆς Τουρκίας” ταύτας τὰς ὁμιλίας διατέθηκεν.

Ἀκρόπολις 

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.

Leave a Reply