Ποσειδῶν καὶ Ἀμφιτρίτη

ΠΟΣΕΙΔΩΝ καί ΑΜΦΙΤΡΙΤΗ.

Ποσειδῶν δὲ Ἀμφιτρίτην (τὴν τοῦ Ὠκεανοῦ) γαμεῖ, καὶ αὐτῷ γίνεται Τρίτων καὶ  Ῥόδη, ἥν Ἥλιος ἔγημε. Πλούτων Περσεφόνης ἐρασθεῖς, Διὸς συνεργοῦντος ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περίῃει· μαθοῦσα δὲ παρ᾿ Ἐρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα δὲ γυναικὶ ἦκεν εἰς Ἐλευσῖνα. Καὶ πρῶτον μὲν ἐπὶ τὴν ἀπ᾿ἐκείνης Κληθεῖσαν Ἀγέλαστον ἐκάθισεν πέτραν παρὰ τὸ Καλλίχορον φρέαρ καλούμενον, ἔπειτα πρὸς Κελεὸν ἐλθοῦσα τὸν βασιλεύοντα τότε Ἐλευσινίων, ἔνδον οὐσῶν γυναικῶν, καὶ λεγουσῶν τούτων παρ᾿ αὑτὰς καθέζεσθαι, γραῖα τις Ἰάμβη σκώψασα τὴν θεὰν ἐποίησε μειδιᾶσαι. Διὰ τοῦτο ἐν τοῖς θεσμοφορίοις τὰς γυναῖκας σκώπτειν λέγουσιν.Ὄντος δὲ τῇ Κελεοῦ γυναικὶ  Μετανείρᾳ παιδίου, τοῦτο ἔτρεφεν ἡ Δημήτηρ παραλαβοῦσα· βουλομένη δὲ αὐτὸ ἀθάνατον ποιῆσαι, τὰς νύκτας εἰς πῦρ κατεπίθει τὸ βρέφος καὶ περιῄρει τὰς θνητὰς σάρκας αὐτοῦ. Καθ᾿ἡμέραν δὲ παραδόξως αὐξανομένου τοῦ Δημοφῶντος (τοῦτο γάρ ἦν ὄνομα τῷ παιδί) ἐπετήρησεν ἡ «Μετάνειρα», καὶ καταλαβοῦσα εἰς πῦρ ἐγκεκρυμμένον ἀνεβόησε· διόπερ τὸ μὲν βρέφος ὑπὸ τοῦ πυρὸς ἀνηλώθη, ἡ θεὰ δὲ αὐτὴν ἐξέφηνε.

¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤

Ὁ Ποσειδῶν ὑπανδρεύθη τὴν Ἀμφιτρίτην, κόρην τοῦ Ὠκεανοῦ, καὶ ἀπέκτησαν τὸν Τρίτωνα καὶ τὴν Ῥόδην, τὴν ὁποίαν ὑπανδρεύθη ὁ Ἥλιος. Ὁ Πλούτων δὲ ἐρωτεύθη τὴν Περσεφόνην, καὶ μὲ τὴν ἀρωγὴν τοῦ Διὸς τὴν ἅρπαξεν. Ἡ Δήμητρα, ἡ μητέρα της, τὴν ἔψαχνεν εἰς ὅλην τὴν γῆν, μετὰ λαμπάδων νύκταν καὶ ἡμέραν.
Ὅταν ἔμαθεν ἀπὸ τοὺς κατοίκους τῆς Ἐρμιόνης ὅτι τὴν εἶχεν ἀπαγάγη ὁ Πλούτων, ἐξοργίσθη τόσο μὲ τοὺς θεούς, ὥστε ἐγκατέλειψεν τὸν οὐρανὸν καὶ μὲ τὴν μορφὴν θνητῆς γυναικὸς ἐπῆγεν εἰς τὴν Ἐλευσῖναν.
Εἰς τὴν ἀρχὴν ἐκάθισεν εἰς μίαν πέτραν, ἡ ὁποία ὀνομάσθηκεν ὑπ᾿αὐτῆς Ἀγέλαστος πέτρα. κοντὰ εἰς ἕνα πηγάδι ποὺ τὸ ὀνόμαζον Καλλίχορο. Εἰς τὴν συνέχειαν ἐπῆγεν εἰς τὸν Κελεόν, ὁ ὁποῖος τότε ἦτο βασιλεὺς τῶν Ἐλευσινίων. Μέσα εἰς τὴν οἰκίαν του ἐσυνάντησεν γυναῖκες ποὺ τῆς ἐζήτησαν νὰ καθήσῃ μαζύ τους· μία ἡλικιωμένη δὲ ποὺ ὀνομαζόταν Ἰάμβη, ἀστείζετο καὶ ἔκαμε τὴν θεὰ νὰ γελάσῃ. Δι᾿αὐτὸν τὸν λόγον λέγεται ὅτι εἰς τὴν ἑορτὴν τῶν θεσμοφοριῶν αἱ γυναῖκες ἀστειεύονται μεταξύ των. Ὁ Κελεὸς καὶ ἡ γυναῖκα του Μετάνειρα εἶχαν ἕνα παιδί, τοῦ ὁποίου τὴν ἀνατροφὴν εἶχεν ἀναλάβῆ ἡ Δήμητρα. Ἐπειδὴ ἤθελεν νὰ καταστήσῃ τὸ παιδὶ ἀθάνατον, ἔβαζεν τὸ βρέφος τὴν νύκταν εἰς τὴν φωτιὰν καὶ τοῦ ἀφαιροῦσεν τὴν θνητήν του σάρκαν.
Ἐπειδὴ καθημερινὰ ὁ Δημοφώντας (αὐτὸ ἦτο τὸ ὄνομα τοῦ παιδιοῦ) ἀναπτύσσετο περιέργως, ἡ Μετάνειρα παρηκολούθησεν τήν Δήμητραν κρυφὰ καί ὅταν ἀντελήφθη ὅτι ἡ θεὰ εἶχεν κρυμμένο τὸ παιδὶ μέσα εἰς τὴν φωτιά, ἄρχισε νὰ φωνάζῃ. Ἐξ αἰτίας αυτοῦ τοῦ γεγονότος τὸ μὲν παιδὶ ἐκάηκεν εἰς τὴν φωτιάν, ἡ δὲ θεὰ ἀπεκάλυψεν ποία ἦτο.

Τᾶσος Γκολέμης

Leave a Reply