Δεινὴ φλὸξ ἄσβεστος

Ἄσβεστον πῦρ!! 

Ὁλοκαύτωμα, ὦ φίλαι τε καὶ φίλοι, ἐν τῇ Ἀττικῇ, τῇ καλουμένῃ Ἀνατολική. Ἀπὸ τῆς προτεραίας Κυριακῆς, ἄσβεστος δεινὴ φλὸξ κέχυται πανταχοῦ τῆς ἐκεῖ χθονός, κατακαίουσα ὅτιπερ ἄν εὕρῃ πρό αὐτῆς, ἄρχουσα τῶν πυροσβεστῶν τε καί προβαίνουσα εἰς Καπανδρίτιον τε καὶ Βαρνάβα!!!!

Τοῦ σφοδροῦ ἀέρος τε καὶ πολλῶν πυροτρόφων πιτύων οὔχ οἷον τε ἔτι γενέσθαι τὸ πῦρ ἀποσβεσθῆναι ὑπὸ πυρομάχων ἀνδρῶν, τῶν ἐπί ταῖς φλοξὶ δεινῶς μαχομένων!!

Θέρους ἀκμὴ ἐστί, φίλοι, καί εἰκὸς πυρκαϊᾶς ἐγείρεσθαι κατὰ πᾶσαν τὴν Ἑλλάδαν. Πρὸς τοῦτον χρῆ ἡμᾶς καλῶς παρασκευάζεσθαι, πρὸ τοῦ ἑκάστου θέρους, ἵνα οἷοι τε γιγνώμεθα ἱκανῶς προειδέναι τε καί ἀποσβεννῦναι τὰς κατὰ τὸ θέρος πυρκαϊάς!!!

Θεός τις ἀρωγὸς γένοιτο τοῖς πυρομάχοις ἀνδράσι ἐπὶ τῷ ἀποσβεννῦναι τὰς πυρκαϊάς!!!

Μοσχονᾶς Εὐμήχανος

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.

Leave a Reply