Θαῦμα ἰδέσθαι!!

Τί ἡμῖν τὰ χρήματα ἀεὶ δείκνυτε ὦ Εὐρωπαῖοι; Εἰ μὲν τις ὑμῶν χρημάτων δεῖται παρ’ ἡμῶν τῶν Ἑλλήνων, πένητες ἐσμὲν καὶ οὐ δυνάμεθα διδόναι αὐτῷ, εἰ δὲ φιλοσοφίας, πολιτισμοῦ, τέχνης, πλουτοῦμεν μάλιστα ἀπάντων τῶν ἄλλων. Ἔστι δὲ ἡμῖν οὐ δεινὸν τὸ μὴ ἔχειν χρήματα οὕτως ὡς δεινὸν ἐστιν τὸ μὴ ἔχειν εὐκλεεῖς προγόνους ὥσπερ οἱ ἡμῶν!!!. Τὶς ἄραγε τῶν νῦν πλουσίων δύναιτο ἄν ἔχειν τοσούτους τε καὶ τοιούτους ἐνδόξους προγόνους; Δόξα γὰρ χρημάτων οὐκ ὠνητὴ!!!

Ὡς ταληθὲς εἰρῆσθαι, φίλοι, ποσάκις τοὺς ὀφθαλμοὺς ἡμῖν οὐκ ἀνέωξαν οἱ ἡμῶν πρόγονοι τῇ φιλοσοφίᾳ, τέχνῃ, ἐπιστήμῃ, ἐπὶ καλῷ ἡμῶν!!! Καθ’ ἑκάστην τὴν ἡμέραν καὶ καινόν τι ἔρμαιον ἀναφαίνεται πανταχοῦ τῆς Ἑλληνίδος χθονὸς, ὥσπερ ἀνδριάντες, μνήματα, τύμβοι, βίβλοι καὶ ἄλλα ὅμοια τούτοις. Τὰ τῶν Ἑλλήνων ἱερὰ ἔργα, φίλοι, ἄφθαρτα εἰσὶν τὸν ἀεὶ χρόνον, τὴν φιλοσοφίαν ἔτι μένειν ὡς ἔφυ, τὴν τέχνην ὡς ὡρίσθη ὑπὸ τῶν Ἑλλήνων, τὴν ἐπιστήμην καὶ ἄλλα.

Πρὸς ἐπίῤῥωσιν δὲ τούτων, ἄρτι νῦν ἐπυθόμην, φίλοι, ὅτι λαμπρὸν μνῆμα τάφος ἐκ τύχης ἄσυλος ηὑρέθη ἐγγὺς Ἱεραπέτρης, Κρήτης!!! Ὑπὸ τὴν μινωϊκήν δοκεῖ τοῖς ἀρχαιολόγοις τὸ μνῆμα ἐγένετο, ἤτοι μυριάδες ἔτη πρὸ τοῦ νῦν!!!
Ἔνεστι δὲ τῷ μνήματι καὶ κτερίσματα ταφικὰ ὥσπερ ὑδρίαι ἐζωγραφημέναι, πάνυ καλῶς καὶ ἀρτίως διακείμεναι ὑπὸ τοῦ χρόνου!!!
Τὰ κείνων τοῦ πολιτισμοῦ ἔργα, ἔοικε φίλοι, μείζω ἐστὶ μᾶλλον ἤ τὰ ἡμῶν αὐτῶν!!! Ἐπὶ τούτῳ δὲ ἀεὶ ἐπαίρομαι, ὅτι Ἕλλην τὸ γένος εἰμὶ, τέκνον λαμπρῶν προγόνων!!!

Καλήν ἡμέραν λέγω ὑμῖν, τοῖς πᾶσιν!!!

Εὐμήχανος

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.

Leave a Reply