Φιλοσοφική (προσ)ευχή τῆς Ἑλληνικῆς Φιλοσοφικῆς – Θεολογικῆς Ἀμφικτυονία «Ὁδυσσεῦς» πρὸς ὅλας τὰς βαθμίδας τῶν Θεῶν «(Προσ)εὔχομαι εἰς ὅλους τοὺς Θεούς καὶ τὰς Θεᾶς νὰ καθοδηγήσουν τὸν νοῦν μου εἰς τὴν μελέτην ὅπου ἔχω ἀναλάβει καὶ, ἀφοῦ ἀνάψουν ἐντός μου τὸ λαμπρό φῶς τῆς ὰληθείας, νὰ διευρύνουν τὴν διάνοιά μου διὰ τὴν ἴδια τὴν ἐπιστημονικὴν γνώσην τῶν ὄντων καὶ νὰ ἀνοίξουν τὰς πὺλας τῆς ψυχῆς μου πρὸς ὑποδοχὴν τῆς ἐνθέου ὑφηγήσεως τοῦ Πλάτωνος. Καὶ ἀφοῦ προσορμίσουν τὴν γνῶσιν μου εἰς τὸ πλέον λαμπρὸ μέρος τῆς ἀληθινῆς ὑπάρξεως, νὰ μὲ κρατήσουν μακρᾶν ἀπό τὰς δοκησισοφίας καὶ τὴν περί τὰ μὴ ὄντα πλάνην μέσω τῆς νοητικοτάτης διατριβῆς μὲ τὰς ἀληθινᾶς ὑπάρξεις, ὁποὺ εἶναι αἱ μοναδικαὶ ἐκ τῶν ὁποίων τρέφεται καὶ ὑδρεύεται τὸ ὅμμα τῆς ψυχῆς, ὅπως λέγει ὁ Σωκράτης εἰς τὸν «Φαῖδρον, 246.e – 251.b». Καὶ ζητῶ ἐκ τῶν νοητῶν θεῶν νὰ μοῦ χαρίσουν τέλειον νοῦν, τοὺς νοητικούς θεούς ἀνυψωτικὴν δύναμην, τοὺς ὑπερουρανίους ἡγεμόνας τοῦ σύμπαντος ἐνέργειαν ἀνεξάρτητον καὶ ἀπαλλαγμένη τῶν ὑλικῶν γνώσεων, τοὺς ἐγκοσμίους θεούς ζωήν ἀναπτερωμένην, ἀπό τὰς χορεῖας τῶν Ἀγγέλων ἀληθινήν ἀποκάλυψην τῶν θείων, τοὺς ἀγαθούς Δαίμονας συμπλήρωσιν μὲ τὴν ὲπίπνοιαν τῶν θεῶν, καὶ ἀπό τοὺς Ἥρωας μεγαλόπνοην, ἐπιβλητικήν καὶ ὑψηλήν διάθεσιν. Καὶ ἀπό ὅλα γενικῶς τὰ θεϊκά γένη νὰ μὲ προετοιμάσουν πλήρῳς διὰ τὴν μετουσίαν εἰς τὴν πλέον ἐποπτικήν καὶ μυστικήν θεωρίαν τοῦ Πλάτωνος, ἡ ὁποία μᾶς ἀποκαλύπτει ὁ ἴδιος εἰς τὸν «Παρμενίδην». μὲ τὸ βάθος ποὺ ταιριάζει εἰς τὸ θέμα του, καὶ τὴν ὁποία ἀνέπτυξεν μετὰ καθαροτάτων σκέψεων του ἐκεῖνος ποὺ ὑπῆρξεν ἀληθῷς συμβακχεῦσας τοῦ Πλάτωνος, ἐκεῖνος ποὺ συνεπληρώθη πλήρῳς ἐκ τῆς θεϊκῆς ἀληθεῖας, κατέστη δὲ δι᾿ ἐμᾶς ὁδηγός αὐτῆς τῆς θεωρίας καὶ ὅντως Ἱεροφάντης τούτων τῶν θεϊκῶν λόγων. Δι᾿ αὐτόν ἐγώ θὰ ἔλεγον ὅτι ἦλθεν εἰς τοὺς ἀνθρώπους ὡσὰν πρώτυπον τῆς Φιλοσοφίας πρὸς εὐεργεσίαν τῶν ψυχῶν ποὺ εὑρίσκονται ἐδῶ κάτω, ὡς ἀνταπόδοσην διὰ τὰ ἀγάλματα, διὰ τοὺς ναούς, διὰ τὴν ἴδια τὴν ἀγιστεῖαν (λατρείαν) εἰς τὸ σύνολό της, ἀρχηγός τῆς σωτηρίας διὰ τοὺς ἀνθρώπους ποὺ ζοῦν τώρα καὶ δι᾿ ὅσους θὰ ζήσουν εἰς τὸ μέλλον. Ἔτσι ὅλαι αἱ κρείττοναι ἡμῶν δυνάμεις ἄς εἶναι εὐνοϊκαῖ καὶ ἡ ἐκ μέρους τους χορηγία ἄς εἶναι ἕτοιμη ἵνα μᾶς φωτίσῃ μετὰ τοῦ ἀναγώγου φωτὸς των».
(Βλ. Πρόκλος «Ὑπόμνημα στὸν Πλάτωνος Παρμενίδη, βιβλίο Α’, 619.25 – 620.27»).
in Prm 619.25 ` to in Prm 620.27 Εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ποδηγῆσαί μου τὸν νοῦν εἰς τὴν προκειμένην θεωρίαν, καὶ φῶς ἐν ἐμοὶ στιλπνὸν τῆς ἀληθείας ἀνάψαντας ἀναπλῶσαι τὴν ἐμὴν διάνοιαν ἐπ᾽ αὐτὴν τὴν τῶν ὄντων ἐπιστήμην, ἀνοῖξαί τε τὰς τῆς ψυχῆς τῆς ἐμῆς πύλας εἰς ὑποδοχὴν τῆς ἐνθέου τοῦ Πλάτωνος ὑφηγήσεως· καὶ ὁρμήσαντάς μου τὴν γνῶσιν εἰς τὸ φανότατον τοῦ ὄντος παῦσαί με τῆς πολλῆς δοξοσοφίας καὶ τῆς περὶ τὰ μὴ ὄντα πλάνης τῇ περὶ τὰ ὄντα νοερωτάτῃ διατριβῇ, παρ᾽ ὧν μόνων τὸ τῆς ψυχῆς ὄμμα τρέφεταί τε καὶ ἄρδεται, καθάπερ φησὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης· ἐνδοῦναί τέ μοι νοῦν μὲν τέλειον τοὺς νοητοὺς θεοὺς, δύναμιν δ᾽ ἀναγωγὸν τοὺς νοεροὺς, ἐνέργειαν δὲ ἄλυτον καὶ ἀφειμένην τῶν ὑλικῶν γνώσεων τοὺς ὑπὲρ τὸν οὐρανὸν τῶν ὅλων ἡγεμόνας, ζωὴν δὲ ἐπτερωμένην τοὺς τὸν κόσμον λαχόντας, ἔκφανσιν δὲ τῶν θείων ἀληθῆ τοὺς ἀγγελικοὺς χοροὺς, ἀποπλήρωσιν δὲ τῆς παρὰ θεῶν ἐπιπνοίας τοὺς ἀγαθοὺς δαίμονας, μεγαλόφρονα δὲ καὶ σεμνὴν καὶ ὑψηλὴν κατάστασιν τοὺς ἥρωας· πάντα δὴ ἁπλῶς τὰ θεῖα γένη παρασκευὴν ἐνθεῖναί μοι τελείαν εἰς τὴν μετουσίαν τῆς ἐποπτικωτάτης τοῦ Πλάτωνος καὶ μυστικωτάτης θεωρίας, ἣν ἐκφαίνει μὲν ἡμῖν αὐτὸς ἐν τῷ Παρμενίδῃ μετὰ τῆς προσηκούσης τοῖς πράγμασι βαθύτητος, ἀνήπλωσε δὲ ταῖς ἑαυτοῦ καθαρωτάταις ἐπιβολαῖς ὁ τῷ Πλάτωνι μὲν συμβακχεύσας ὡς ἀληθῶς καὶ ὁ μεστὸς καταστὰς τῆς θείας ἀληθείας, τῆς δὲ θεωρίας ἡμῖν γενόμενος ταύτης ἡγεμὼν καὶ τῶν θείων τούτων λόγων ὄντως ἱεροφάντης· ὃν ἐγὼ φαίην ἂν φιλοσοφίας τύπον εἰς ἀνθρώπους ἐλθεῖν ἐπ᾽ εὐεργεσίᾳ τῶν τῇδε ψυχῶν, ἀντὶ τῶν ἀγαλμάτων, ἀντὶ τῶν ἱερῶν, ἀντὶ τῆς ὅλης ἁγιστείας αὐτῆς, καὶ σωτηρίας ἀρχηγὸν τοῖς γε νῦν οὖσι ἀνθρώποις καὶ τοῖς εἰσαῦθις γενησομένοις. Ἀλλὰ τὰ μὲν τῶν κρειττόνων ἡμῶν ἵλεα ἔστω, καὶ ἡ παρ᾽ αὐτῶν χορηγία καὶ ἡμῖν ἕτοιμος εἴη προλάμπουσα τὸ ἐξ αὐτῶν ἀναγωγὸν φῶς.
Ἀποποίηση εὐθύνης
Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.