Ὁμηρικὸς ὕμνος εἰς Ἀπόλλωνα

Ὁμηρικὸς ὕμνος εἰς Ἀπόλλωνα
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ ἀείδει,
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
Πηνειόν: σὲ δ’ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ.

Τᾶσος Γκολέμης

Leave a Reply