Ὕμνος εἰς Αφροδίτην

Ὑμνος εἰς Αφροδίτην (Πρόκλος)
Ὑμνοῦμεν τὴν πολυώνυμον σειρὰ τῆς Ἀφρογεννήτου καὶ τὴν μεγάλην βασιλικὴν πηγὴν ἐκ τῆς ὁποίας ἀνεβλάστησαν ὅλοι οἱ ἀθάνατοι πτερωτοὶ Ἔρωτες, ἐκ τῶν ὁποίων ἄλλοι μὲν στοχεύουν τὰς ψυχὰς μὲ νοητικὰ βέλη, διὰ νὰ λάβουν αὐταὶ τὰ ἀνυψωτικὰ «κεντρίσματα» τῶν πόθων καὶ ἐὰν ἐπιθυμοῦν νὰ δοῦν τὰς πυροφεγγεῖς αὐλὰς τῆς μητρὸς των.
Οἱ δὲ, ἀκολουθώντας τὰς σωτηρίους βουλὰς καὶ προνοῖας τοῦ πατρὸς, προσπαθοῦν νὰ αὐξήσουν μὲ γεννήσεις τὸν ἄπειρον Κόσμον καὶ ἐγείρουν εἰς τὰς ψυχὰς τὸν πόθον τοῦ ὲπιχθονίου βίου.

Ἄλλοι δὲ, ἐποπτεύουν πάντα τὰς πολυμόρφους πορεῖας τῶν γαμηλίων γυναικῶν, προκειμένου ἐκ τῆς θνητῆς φύτρας νὰ παράγουν ἀθάνατον γένος πολυπαθῶν ἀνδρῶν.
Ὅλους, ὅμως, τοὺς ἐνδιαφέρουν αἱ πρᾶξεις τῆς ἐρωτογενοὺς Κυθερεῖας.

Ὅμως θεά, ἐπειδὴ ἔχεις ὦτα μὲ ὁξεῖαν ἀκοή, εἶτε περιβάλλεις τὸν μεγᾶλον οὐρανό, ὅπου λέγουν ὅτι ἐσὺ εἶσαι ἡ θεϊκὴ Ψυχὴ τοῦ ἀενάου Κόσμου, εἶτε πλέεις εἰς τὸν αἰθέρα ἐπάνω ἀπὸ τοὺς στεφάνους τῶν ἐπτὰ κύκλων, διοχετεύοντας ἀδαμάστους δυνάμεις εἰς τὰς δικὰς σου σειράς, εἰσάκουσὸν μοι, δέσποινα, καὶ κατηύθυνε τὴν πολύμοχθον πορεῖα τῆς ζωῆς μου μὲ τὰ δικαιότατα βέλη σου σταματώντας τὴν παγερὴν ὁρμὴ τῶν ἀνοσίων παθῶν.Ὑμνέομεν σειρὴν πολυώνυμον Ἀφρογενείης καὶ πηγὴν μεγάλην βασιλήιον, ἧς ἄπο πᾶντες ἀθάνατοι πτερόεντες ἀνεβλάστησαν Ἔρωτες, ὧν οἱ μὲν νοεροῖσιν ὀιστεύουσι βελέμνοις ψυχάς, ὄφρα πόθων ἀναγώγια κέντρα λαβοῦσαι μητέρος ἰσχανόωσιν ἰδεῖν πυριφεγγέας αὐλάς· οἱ δὲ πατρὸς βουλῇσιν ἀλεξικάκοις τε προνοίαις ἱέμενοι γενεῇσιν ἀπείρονα κόσμον ἀέξειν ψυχαῖς ἵμερον ὦρσαν ἐπιχθονίου βιότοιο. ἄλλοι δὲ γαμίων ὀάρων πολυειδέας οἴμους αἰὲν ἐποπτεύουσιν, ὅπως θνητῆς ἀπὸ φύτλης ἀθάνατον τεύξωσι δυηπαθέων γένος ἀνδρῶν· πᾶσιν δ᾽ ἔργα μέμηλεν ἐρωτοτόκου Κυθερείης. ἀλλά, θεά, πάντῃ γὰρ ἔχεις ἀριήκοον οὖας, εἴτε περισφίγγεις μέγαν οὐρανόν, ἔνθα σέ φασι ψυχὴν ἀενάοιο πέλειν κόσμοιο θεείην, εἴτε καὶ ἑπτὰ κύκλων ὑπὲρ ἄντυγας αἰθέρι ναίεις σειραῖς ὑμετέραις δυνάμεις προχέουσ᾽ ἀδαμάστους, κέκλυθι, καὶ πολύμοχθον ἐμὴν βιότοιο πορείην ἰθύνοις σέο, πότνα, δικαιοτάτοισι βελέμνοις οὐχ ὁσίων παύουσα πόθων κρυόεσσαν ἐρωήν.

Τᾶσος Γκολέμης

Leave a Reply