Ὥρα καρύων

Καρύων ὥρα!!!

Ἤκει ἤδη ἡ τοῦ ἐνιαυτοῦ ὥρα, φίλοι, ἐν ᾗ οἱ ἄνθρωποι κάρυα συλλέγουσι. Κύριος ἔγωγε εἰμὶ καρύας τινὸς ἐν χωρίῳ, ὀνόματι Ὅριον. Ὅριον ἐστὶ χωρίον ἐν δεξιᾷ πορευομένῳ εἰς Εὐβοίας Κύμην. Οὕτως ἔδοξε μοι ἐξ ἐωθινοῦ, αἰθρίας τε καί εὐδίας οὔσης τῆς ἡμέρας, κάρυα Εὐβοϊκὰ συλλέξαι δι’ ἐμαυτὸν εἰς θυλάκια. Ἡ καρύα μεγάλη ἐστὶ τό μέγεθος παρέχουσα ἡμῖν ὑπὲρ τὰ τριάκοντα κιλὰ κατ’ ἐνιαυτόν.

Ἀκούω δὲ ἐγὼ πολλῶν ὡς τόσον τὸ κάρυον, ὅσον καὶ τὸ καρυέλαιον ὑγεία ἐστὶ τῆς καρδιαλγίας τε καί ἄλλων νόσων. Ἔτι δὲ ἀκούω ὡς ἀπὸ τοῦ παλαιοῦ οἱ ἄνθρωποι χρῶνται καρύῳ τὲ καὶ καρυελαίῳ εἰς φάρμακα καρδιαλγίας!!!! Λεγεται δὲ ἔτι ὡς ἀπὸ τοῦ φλοιοῦ τῶν καρύων αἱ νῆες ἐχρίοντο ἵνα ἔτι πλέον ἀντίσχωσι τῇ θαλάττῃ.
Τούτου δε ἕνεκεν ὑπ’ ἐμοῦ μάλα φιλεῖται ἐσθίειν ὀλίγα κάρυα καθ’ ἑκάστην!!!
Πρὸς ἄστυ, φίλοι, ὁρμησόμεθα ἀπὸ τοῦ Ὁρίου ἐς αὔριον τῆς ἐσπέρας…

Εὐμήχανος

(Visited 99 times, 1 visits today)




Leave a Reply