Φάρος Ἀλεξανδρινὸς

Ὅτε ἡ ἐν Αἰγυπτίοις βασιλεία τοῦ Πτολεμαίου τοῦ δευτέρου ἐγένετο, ὅς καὶ φιλάδελφος ἐπεκλήθη, ὁ λίαν πεφημισμένος φάρος τῆς Ἀλεξανδρείας ἐπὶ σμικρᾶς τινος νήσου ᾠκοδομήθη. Ὁ Σώστρατος ὁ Κνίδιος, ἀρχιτέκτων ὤν, τὸν φάρον τόνδε, ἀμφὶ τὸ 250, ὑπὲρ τὰ ἑκατὸ μέτρα καθ’ ὕψος ἐποίησεν. Οὐκ ἔτι ἴσμεν, εἰ καὶ βουλόμεθα εἰδέναι, πως τὸ φῶς τοῦ φάρου ἐγένετο. Ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις καὶ ὁ φάρος ὅδε ἦν.

Μὴ ὑμᾶς λάθῃ, ὦ ἀγαθοὶ φίλοι, ὅτι ὁ Θεμιστοκλῆς ὁ Ἀθηναῖος ὁ περὶ τοὺς φάρους ἐπινοητὴς ἦν. Τὰ ἀπομένοντα ἐρείπια τοῦ πρώτου κατὰ τὴν οἰκουμένην ἐκείνου φάρου, τοῦ Θεμιστοκλέους, ἔτι καὶ νῦν ἐπὶ τῆς παραλίου τοῦ Πειραιῶς γαίας κεῖται.
Οὐ δὲ πολλοὶ τῶν νῦν οἴδασι τοῦτο ὅτι ὁ φάρος τὸ Θεμιστοκλέους ἐπινόημα ἐστὶν.

Εὐμήχανος Μοσχονᾶς

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.