Ο Ιπποκράτης1 στο βιβλίο του «Περί φύσιος ανθρώπου»2, αναφέρει:
Αἱ παχύταται δὲ τῶν ν φλεβῶν ὦδε πεφύκασιν· τέσσαρα ζεύγεά ἔστιν ἐν τῷ σώματι, καὶ ἕν μὲν αὐτέων ἀπὸ τῆς κεφαλης ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν ἐπὶ τὴν ράχιν ἔνθεν τὲ καὶ ἔνθεν παρὰ τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τα σκέλεα, ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας
διήκει.
Δεῖ οὗν τὰς φλεβοτομίας τὰς ἐπί των ἀλγημάτων των ἐν τῷ νώτῳ καὶ τοίσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν.
Αἱ δ’ ἕτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος, αἱ σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ράχιν ἐκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τους ὄρχιας καὶ ἐς τοὺς μηρούς, καὶ διά των ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος, ἔπειτα διά των κνημέων παρὰ τὰ σφυρά τα ἔσωθεν καὶ ἐς τοὺς πόδας.
Δεῖ οὗν τὰς φλεβοτομίας πρὸς τὰς ὀδύνας ποιέεσθαι τὰς ἀπὸ τῶν ψοὼν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν.
Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πνεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερά, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιά, καὶ ἡ μὲν δεξιὴ ἀφικνέεται ἐκ τοῦ πλεύμονος ὑπό τον μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρόν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πλεύμονος ὑπό τον μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν, τελευτῶσι δὲ ἐς τον ἀρχὸν αὐταὶ ἑκάτεραι.
Συνέχεια