Ὁμηρικὸς ὕμνος εἰς Ἀπόλλωνα

Ὁμηρικὸς ὕμνος εἰς Ἀπόλλωνα
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ ἀείδει,
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
Πηνειόν: σὲ δ’ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν Συνέχεια

Σίσυφος.

ΣΙΣΥΦΟΣ

…..ἦν χρόνος ὅτ᾽ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ᾽ ὑπηρέτης, ὅτ᾽ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ᾽ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο• κἄπειτά μοι δοκοῦσιν ἅνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ τήν θ᾽ ὕβριν δούλην ἔχῃ· ἐζημιοῦτο δ᾽ εἴ τις ἐξαμαρτάνοι. ἔπειτ᾽ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ, λάθρᾳ δ᾽ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ θεῶν δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳ πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί τι. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ νόῳ τ᾽ἀκούων καὶ βλέπων, φρονῶν τε καὶ προσέχων τε ταῦτα καὶ φύσιν θείαν φορῶν, ὃς πᾶν μὲν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούεται, τὸ δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν, τοῦτ᾽ οὐχὶ λήσει τοὺς θεούς• τὸ γὰρ φρονοῦν ἔνεστι. Συνέχεια

Φιλοσοφική (προσ)-εὐχή

Φιλοσοφική (προσ)ευχήΦιλοσοφική (προσ)ευχή τῆς Ἑλληνικῆς Φιλοσοφικῆς – Θεολογικῆς Ἀμφικτυονία «Ὁδυσσεῦς» πρὸς ὅλας τὰς βαθμίδας τῶν Θεῶν «(Προσ)εὔχομαι εἰς ὅλους τοὺς Θεούς καὶ τὰς Θεᾶς νὰ καθοδηγήσουν τὸν νοῦν μου εἰς τὴν μελέτην ὅπου ἔχω ἀναλάβει καὶ, ἀφοῦ ἀνάψουν ἐντός μου τὸ λαμπρό φῶς τῆς ὰληθείας, νὰ διευρύνουν τὴν διάνοιά μου διὰ τὴν ἴδια τὴν ἐπιστημονικὴν γνώσην τῶν ὄντων καὶ νὰ ἀνοίξουν τὰς πὺλας τῆς ψυχῆς μου πρὸς ὑποδοχὴν τῆς ἐνθέου ὑφηγήσεως τοῦ Πλάτωνος. Συνέχεια

Μυθολογία. Ποσειδῶν καὶ Ἀμφιτρίτη.

Ποσειδῶν δέ Ἀμφιτρίτην (τήν τοῦ Ὠκεανοῦ) γαμεῖ, καί αὐτῷ γίνεται Τρίτων καί Ῥόδη, ἥν Ἥλιος ἔγημε. Πλούτων Περσεφόνης ἐρασθείς, Διός συνεργοῦντος ἥρπασεν αὐτήν κρύφα. Δημήτηρ δέ μετά λαμπάδων νυκτός τε καί ἡμέρας κατά πᾶσαν τήν γῆν ζητοῦσα περίῃει· μαθοῦσα δέ παρ᾿ Ἐρμιονέων ὅτι Πλούτων αὐτήν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα δέ γυναικί ἦκεν εἰς Ἐλευσῖνα. Καί πρῶτον μέν ἐπί τήν ἀπ᾿ἐκείνης Κληθεῖσαν Ἀγέλαστον ἐκάθισεν πέτραν παρά τό Καλλίχορον φρέαρ καλούμενον, ἔπειτα πρός Κελεόν ἐλθοῦσα τόν βασιλεύοντα τότε Ἐλευσινίων, ἔνδον οὐσῷν γυναικῷν, καί λεγουσῷν τούτων παρ᾿ αὑτάς καθέζεσθαι, γραῖά τις Ἰάμβη σκώψασα τήν θεάν ἐποίησε μειδιᾶσαι. Διά τοῦτο ἐν τοῖς θεσμοφορίοις τάς γυναῖκας σκώπτειν λέγουσιν.Ὄντος δέ τῇ Κελεοῦ γυναικί Μετανείρᾳ παιδίου, τοῦτο ἔτρεφεν ἡ Δημήτηρ παραλαβοῦσα· βουλομένη δέ αὐτό ἀθάνατον ποιῆσαι, τάς νύκτας εἰς πῦρ κατεπίθει τό βρέφος καί περιῄρει τάς θνητάς σάρκας αὐτοῦ. Καθ᾿ἡμέραν δέ παραδόξως αὐξανομένου τοῦ Δημοφῶντος (τοῦτο γάρ ἦν ὄνομα τῷ παιδί) ἐπετήρησεν ἡ «μετάνειρα», καί καταλαβοῦσα εἰς πῦρ ἐγκεκρυμμένον ἀνεβόησε· διόπερ τό μέν βρέφος ὑπό τοῦ πυρός ἀνηλώθη, ἡ θεά δέ αὐτήν ἐξέφηνε. Συνέχεια

Ἡ τρομερὴ Θεὰ Ἑκάτη!!!!!

Ἡ τρομερὴ Θεὰ Ἐκάτη.!!!!!
Κατά τὴν Ἑλληνική Μυθολογία ἡ Ἐκάτη ἐμφανίζεται ὡς χθόνια θεότητα. Τὸ ὄνομά της φαίνεται νὰ σχετίζεται μὲ τὸ ἐπίθετο ἐκατηβόλος ποὺ ἀποδίδετο στὸν Ἀπόλλωνα. Ὑπάρχουν τίτλοι της ὅπως τὸ ἄγγελος καὶ τὸ φωσφόρος. Μὲ τὸν δεύτερο τίτλο πολλές φορές ὀνομάζεται «φορέας του φωτός» (βλ. Εὐριπίδου Ἐλένη).
Συνέχεια

Ἄπειρον-Ἀρμονία

Θεῖον Ἄπειρον: ὑπῆρξεν ἡ Μονὰς εἰς τὴν ὁποίαν τὸ Πᾶν συνεσπειροῦτο, ἀλλὰ παραγωγὸς Μονάς.
Παρήγαγεν πᾶσας τὰς ἄλλας Μονᾶδας καὶ οἱ ἄπειροι ἐκ Μονάδων ἀριθμοὶ ὰποτελοῦν τὴν Ἀρμονίαν .

Δὲν εἶναι τὸ θεῖον Ἄπειρον ἀριθμός, διότι οὕτῳ καθίσταται νοητὸν εἰς πᾶσαν εἰς τὴν Φύσιν Μονάδα ἡ ὁποία διακρίνεται τῶν ἄλλων ὡς ἔχουσα ἰδίαν μορφήν.
Σκοπὸς τοῦ θείου Ἀπείρου εἶναι ἡ ὕπαρξίς του κατὰ μονᾶδας.
Τούτων ἀπώτερος σκοπὸς εἶναι ἡ θεία γαλήνη καὶ ἡ συγκέντρωσις εἰς ἑκάστην τῆς αἰσθητικῆς ἀντιλήψεως πασῶν τῶν θείων του ἐνεργειῶν Θεὶα Ἀρμονία: ὁ ὑπαγορεύσας εἰς αυτὴν τὸ Κᾶλλος, εἶναι ὁ κατέχων τὰ σκήπτρα τοῦ θείου Ἀπείρου Μὲγας Ζεὺς, τοῦ ὁποίου ὁ γόνος ἐξεδηλώθη εἰς ἐστίας ἀπείρου φωτὸς ἐν τῇ Φύσει, εἰς τὸν ὁποῖον ὑπολανθάνει τὸ σπέρμα τῆς θεοποιήσεως πασῶν τῶν ὑπὸ αὐτῆς συντελουμένων μορφῶν.
Συνέχεια