Μυθολογία. Ποσειδῶν καὶ Ἀμφιτρίτη.

Ποσειδῶν δέ Ἀμφιτρίτην (τήν τοῦ Ὠκεανοῦ) γαμεῖ, καί αὐτῷ γίνεται Τρίτων καί Ῥόδη, ἥν Ἥλιος ἔγημε. Πλούτων Περσεφόνης ἐρασθείς, Διός συνεργοῦντος ἥρπασεν αὐτήν κρύφα. Δημήτηρ δέ μετά λαμπάδων νυκτός τε καί ἡμέρας κατά πᾶσαν τήν γῆν ζητοῦσα περίῃει· μαθοῦσα δέ παρ᾿ Ἐρμιονέων ὅτι Πλούτων αὐτήν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα δέ γυναικί ἦκεν εἰς Ἐλευσῖνα. Καί πρῶτον μέν ἐπί τήν ἀπ᾿ἐκείνης Κληθεῖσαν Ἀγέλαστον ἐκάθισεν πέτραν παρά τό Καλλίχορον φρέαρ καλούμενον, ἔπειτα πρός Κελεόν ἐλθοῦσα τόν βασιλεύοντα τότε Ἐλευσινίων, ἔνδον οὐσῷν γυναικῷν, καί λεγουσῷν τούτων παρ᾿ αὑτάς καθέζεσθαι, γραῖά τις Ἰάμβη σκώψασα τήν θεάν ἐποίησε μειδιᾶσαι. Διά τοῦτο ἐν τοῖς θεσμοφορίοις τάς γυναῖκας σκώπτειν λέγουσιν.Ὄντος δέ τῇ Κελεοῦ γυναικί Μετανείρᾳ παιδίου, τοῦτο ἔτρεφεν ἡ Δημήτηρ παραλαβοῦσα· βουλομένη δέ αὐτό ἀθάνατον ποιῆσαι, τάς νύκτας εἰς πῦρ κατεπίθει τό βρέφος καί περιῄρει τάς θνητάς σάρκας αὐτοῦ. Καθ᾿ἡμέραν δέ παραδόξως αὐξανομένου τοῦ Δημοφῶντος (τοῦτο γάρ ἦν ὄνομα τῷ παιδί) ἐπετήρησεν ἡ «μετάνειρα», καί καταλαβοῦσα εἰς πῦρ ἐγκεκρυμμένον ἀνεβόησε· διόπερ τό μέν βρέφος ὑπό τοῦ πυρός ἀνηλώθη, ἡ θεά δέ αὐτήν ἐξέφηνε.

Ἀπόδοσις

Ὁ Ποσειδῶν ὑπανδρεύθη τήν Ἀμφιτρίτην, κόρην τοῦ Ὠκεανοῦ, καί ἀπέκτησαν τόν Τρίτωνα καί τήν Ρόδην, τήν ὁποίαν ὑπανδρεύθη ὁ Ἥλιος.
Ὁ Πλούτων δέ ἐρωτεύθη τήν Περσεφόνην καί μέ τήν συνέργειαν καὶ ἀρωγήν τοῦ Διός τήν ἥρπαξεν.
Ἡ Δήμητρα, τήν ἔψαχνεν εἰς ὅλην τήν γῆν, μετά λαμπάδων νύκταν καί ἡμέραν.Ὅταν ἔμαθεν ἀπό τούς κατοίκους τῆς Ἐρμιόνης ὅτι τήν εἶχεν ἀπαγάγει ὁ Πλούτων, ἐξοργίσθει τόσο μέ τούς θεούς, ὥστε ἐγκατέλειψεν τόν οὐρανόν καί μέ τήν μορφήν θνητῆς γυναικός ἐπῆγεν εἰς τήν Ἐλευσῖνα. Εἰς τήν ἀρχήν ἐκάθισεν εἰς μίαν πέτραν, ἡ ὁποία ὀνομάσθη ὑπ᾿αὐτῆς Ἀγέλαστος πέτρα. κοντά εἰς ἕνα πηγάδι πού τό ὀνόμαζον Καλλίχορο. Εἰς τήν συνέχειαν ἐπῆγεν εἰς τόν Κελεόν, ὁ ὁποῖος τότε ἦτο βασιλεύς τῶν Ἐλευσινίων. Μέσα εἰς τήν οἰκίαν του ἐσυνάντησεν γυναῖκας πού τῆς ἐζήτησαν νά καθήσῃ μαζί των· μία ἡλικιωμένη δέ πού ὀνομαζόταν Ἰάμβη, ἀστεϊζόταν καί ἔκαμε τήν θεά νά γελάσῃ. Δι᾿αὐτόν τόν λόγον λέγεται ὅτι εἰς τήν ἑορτήν τῶν θεσμοφοριῶν αἱ γυναῖκαι ἀστειεύονται μεταξύ των. Ὁ Κελεός καί ἡ γυνὴ του Μετάνειρα εἶχον ἕνα παιδί, τοῦ ὁποίου τήν ἀνατροφήν εἶχεν ἀναλάβει ἡ Δήμητρα. Ἐπειδή ἤθελεν νά καταστήσῃ τό παιδί ἀθάνατον, ἔβαζεν τό βρέφος τήν νύκταν εἰς τήν πυράν καί τοῦ ἀφαιροῦσεν τήν θνητήν του σάρκαν. Ἐπειδή καθημερινά ὁ Δημοφώντας (αὐτό ἦτο τό ὄνομα τοῦ παιδιοῦ) ἀναπτυσόταν περιέργως, ἡ Μετάνειρα παρακολούθησεν τήν Δήμητραν κρυφά καί ὅταν ἀντελήφθη ὅτι ἡ θεά εἶχεν κρυμμένο τό παιδί μέσα εἰς τήν πυράν, ἄρχισε νά φωνάζῃ. Ἐξ αἰτίας αυτοῦ τοῦ γεγονότος τό μέν παιδί ἐκάηκεν εἰς τήν πυράν, ἡ δέ θεά ἀποκάλυψεν ποία ἦτο.

Τᾶσος Γκολέμης

 

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.

One thought on “Μυθολογία. Ποσειδῶν καὶ Ἀμφιτρίτη.

Leave a Reply