Ἡ μεγαλυτέρα πηγὴ ἀντλήσεως …προφητειῶν!

Ἡ μεγαλυτέρα πηγὴ ἀντλήσεως ...προφητειῶν!Ἡ μεγαλυτέρα Πηγὴ ἀπ᾿ ὅπου ἀντλοῦν οἱ προφῆτες (ὅλων τῶν ἐποχῶν) τοῦ Χριστιανισμοῦ καὶ ὄχι μόνον τὰς Προφητεῖας των.!

ΗΣΙΟΔΟΣ
ἔργα καὶ ἡμέραι (ἀπόσπασμα 175-200)

…..μηκέτ᾽ ἔπειτ᾽ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ
παύσονται καμάτου καὶ ὀιζύος οὐδέ τι νύκτωρ
φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.

Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέν κεν οἵ γε
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν·
{χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει·}

 οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου
οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς
οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα
μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.
ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης.
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους
Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.


 Ἀπόδοσις (175-200)

Εἶθε νὰ μὴν ἤμουν ἐν ζωὴ εἰς αὐτὴν τὴν πέμπτη γενεά,
καὶ τοὺς ἀνθρώπους της· καλλίτερο θὰ ἦτο νὰ εἶχα πεθάνει πρὶν
ἤ νὰ γεννηθῶ ἀργότερα. Διὸτι ἦλθε τώρα ἡ ὥρα
τοῦ σιδηροῦ γένους.
Οὔτε τὴν ἡμέρα θὰ λείψουν κόπος καὶ πόνος οὔτε τὴν νύκτα
ἡ φθορὰ των θὰ κοπάσει· ἀφοῦ ἐκ θεῶν ἔρχονται μέριμνες (βάσανα)βαριές,
ἐνίοτε δὲ εἰς αὐτοὺς, θὰ ἀναμειγνύονται τὸ καλὸ καὶ τὸ κακό.
Ὁ Ζεὺς ὅμως θὰ ἀφανίσῃ κι᾿αὐτὸ τὸ γένος τῶν βροτῶν·
ὅταν τὰ νήπια θὰ γεννιοῦνται μὲ γκρίζους κροτάφους·
ὅταν ὁ πατέρας δὲν θὰ ὁμοιάζῃ μὲ τὸ τέκνον του μῆτε καὶ τὰ τέκνα
μὲ τοὺς γονεῖς· ὁ ξένος δὲν θὰ εἶναι ὡσὰν αὐτὸν ποὺ τὸν φιλοξενεῖ,
καὶ ὁ σύντροφος μὲ τὸν σύντροφο
μῆτε κι᾿ὁ ἀδελφὸς δεν θα εἶναι φίλος μὲ τὸν ἀδελφο πια,
 ὅπως ἄλλοτε ἦτο ὁ κανόνας.
Θὰ ὑπάρξῃ περιφρόνησις καὶ χλευασμὸς τῶν ἀπογόνων
πρὸς τοὺς γέροντες γονεῖς, μὲ σκληροὺς καὶ ἄδικους χαρακτηρισμοὺς
καὶ χειροδικεῖες, ἀνεπιεικεῖς, ἀνυποψίαστοι ἐμπρὸς εἰς τὴν μῆνιν τῶν θεῶν·
ἀνοικτίρμονες εἰς αὐτοὺς ποὺ τοὺς ἐγέννησαν, δὲν θὰ ἀποδώσουν
τὰ τροφεῖα τῶν· καμία ἀρετὴ εὐορκίας, δικαιοσύνης,
εὐποιίας· ἀντιθέτως, θὰ ἐκτιμοῦν ὅποιον κακῶς πράττει·
αἱ χειροδικεῖαι θὰ ἐξαπλωθοῦν καὶ τὸ δίκαιο θὰ διεκδικῆται διὰ τῆς πυγμῆς·
ἡ ἀναισχυντία θὰ ἐπικρατῇ· ὁ ἀνάξιος θὰ βλάπτῃ καὶ θὰ ἀποπλανᾷ μὲ δόλον
καὶ ὅρκους ψευδεῖς ὅποιον εἶναι καλλίτερὸς του·

 Φθόνος ὅλους τοὺς ἀθλίους ἀνθρώπους παράφωνος,
κακόχαρος θὰ ἀκολουθῇ κακόμορφος εἰς τὴν συμφορὰν των.
κακόγλωσσος, χαιρέκακος, μνησίκακος.
Καὶ τότε, ἀπὸ τὴν πλατύδρομον γῆν μὲ τὰ ἄσπρα των πέπλα
νὰ καλύπτουν τὸ κάλλος τῶν μορφῶν των ἡ Αἰδὼς καὶ ἡ Νέμεσις, εἰς τοὺς ἀθανάτους θὰ ἀνέβουν εἰς τὸν Ὄλυμπον,
ἐγκαταλείποντας διὰ παντὸς τοὺς ανθρώπους,
Ὅ,τι θὰ μείνῃ, θὰ εἶναι μόνον
πικρά βάσανα εἰς τοὺς θνητοὺς ανθρώπους
καὶ κανένα ἐμπόδιο εἰς τὸ κακὸ δὲν θὰ ὑπάρξῃ, οὔτε σωτηρία καμία.!

Τᾶσος Γκολέμης

(Visited 55 times, 1 visits today)




Leave a Reply