Ἐπίσκυρος, ἡ τῶν ἀρχαίων ποδοσφαίρησις

Ἐπίσκυρος, ἡ τῶν ἀρχαίων ποδοσφαίρισις.!!!

Εὖ ἴστε δὲ που, ὦ φίλοι, ὅτι ἐν σταδίῳ τινι τῆς Σαουδικῆς Ἀραβίας μέγας ἀγὼν ποδοσφαιρίσεως τῆς Μίλαν πρὸς τὴν Γιουβέντους γενήσεται τῇ ἑκκαιδεκάτῃ ἡμέρᾳ Ἰανουαρίου μηνὸς. 

Ὁ Σαλβίνι, ἀκούσας τοῦδε τοῦ ἀγγέλματος, εὐθέως ἔλεξε μαινόμενος τοῖς δημοσιολόγοις:
«Βδελυγμίαν παρέχει μοι ὁ γενησόμενος εἰς Σαουδικὴν Ἀραβίαν ἀγὼν ποδοσφαιρίσεως, τῆς Μίλαν πρὸς τὴν Γιουβέντους, ὅτι οὐκ ἔξεστι ταῖς γυναιξὶν ἐν τοῖς σταδίοις γενέσθαι. Αἰδὼς!!»

Ὀρθῶς δοκεῖ μοι ὁ Σαλβίνι ἔλεξεν!!!
Ἴτω Σαλβίνι, ἴτω!!!
Εἰρήσθω ἐν παρόδῳ, φίλοι, ὅτι παιδιά τις ἡ ποδοσφαίρισις ἐστι, μάλα φιλουμένη ὑπὸ τῶν ἀνδρῶν καὶ δὴ τῶν μειρακίων κατὰ τὴν πᾶσαν χθόνα. Διὰ σφαίρας δὲ ἀνά ἕνδεκα ποδοσφαιριστὰς παίζουσιν τὴνδε τήν παιδιὰν πρὸς ἀλλήλους.

Καὶ τοῖς ἀρχαίοις ἦν παιδιά τις, ὦ φίλοι, ἐν εἴδει ποδοσφαιρίσεως ὀνόματι ἐπίσκυρος ὅς μετὰ πολλῶν διὰ σφαίρας ἐπαίζετο. Ὑπὸ τῆς ΦΙΦΑ δὲ ὁμολογεῖται ὅτι ὁ πατὴρ τῆς νῦν ποδοσφαιρίσεως ὁ ἐπίσκυρὸς ἐστιν.
Ἴσως, τὶς οἶδε; Ἐμοὶ δὲ, εἰ καὶ οὐκ οἶδα, λογικὸν δοκεῖ εἶναι!!!

Καλήν ἡμέραν…

Μοσχονᾶς Εὐμήχανος

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.

Ἀπαντῆστε

Ἡ ἠλεκτρονική σας διεύθυνση δὲν θὰ δημοσιευθεῖ. Τὰ ὑποχρεωτικὰ πεδία σημειώνονται μὲ *