Τέταρτον ἔτος…

Τέταρτον ἔτος...Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες.
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ’ οὐρανῷ ἐμβασίλευεν·
ὥστε θεοὶ δ’ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος,

οὐδέ τι δειλὸν γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι 115τέρποντ’ ἐν θαλίῃσι,
κακῶν ἔκτοσθεν ἁπάντων·
θνῇσκον δ’ ὥσθ’ ὕπνῳ δεδμημένοι·
ἐσθλὰ δὲ πάντα τοῖσιν ἔην· καρπὸν δ’ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον·
οἳ δ’ ἐθελημοὶ ἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.

ΗΣΙΟΔΟΣ – Ἔργα καὶ ἡμέραι 109-119

Πανορμίτης Σπανός

(Visited 111 times, 1 visits today)




Leave a Reply