Βρεττανικὴ προσφορὰ πολιτισμοῦ εἰς τὴν Εὐρώπην.
Εἰσὶ δὲ καὶ ἄλλαι περὶ τὴν Βρεττανικὴν νῆσοι μικραί· μεγάλη δ’ ἡ Ἰέρνη πρὸς ἄρκτον αὐτῇ παραβεβλημένη, πρόμηκες μᾶλλον πλάτος ἔχουσα. περὶ ἦς οὐδὲν ἔχομεν λέγειν σαφές, πλὴν ὅτι ἀγριώτεροι τῶν Βρεττανῶν ὑπάρχουσιν οἱ κατοικοῦντες αὐτήν, ἀνθρωποφάγοι τε ὅντες καὶ πολυφάγοι, τούς τε πατέρας τελευτήσαντας κατεσθίειν ἐν καλῷ τιθέμενοι καὶ φανερῶς μίσγεσθαι ταῖς τε ἄλλαις γυναιξὶ καὶ μητράσι καὶ ἀδελφαῖς…
Στράβωνος Γεωγραφικά Δ 5. 3-4
Ἀπόδοσις εἰς τὴν Νέαν Ἑλληνικήν: Συνέχεια




