Πότερον τυροφάγοι οἱ ἡμῶν πρόγονοι ἐτύγχανον ὄντες ἤ οὐ; Τὶ λέγετε περὶ τούτου;
Περὶ τυροῦ τίνα γνώμην ἔχετε, ὦ φίλοι; Ἔμοιγε Ἑλληνικὸν εὕρημα δοκεῖ εἶναι τὸ τυροποιεῖν.
Τεκμήρια δὲ τούτου πολλά ἐστιν.
Ἐξ ὅσων γε ἴσμεν, εἰ καὶ οὐ μάλα γάλακτι ἔχαιρον, ἥδιστα τὸν τυρὸν ἤσθιον οἱ ἡμῶν πρόγονοι. Φύλλῳ δὲ κνήκου ἐχρῶντο ὡς πυτία εἰς τὴν κατασκευὴν τοῦ τυροῦ ἀλλὰ ἐνίοτε καὶ γάλακτι συκῆς.
Κατὰ τὸν Γαληνὸν, ὁ χλωρὸς τυρός τε, ὁ νῦν ἀνθότυρος, καὶ ὁ τρομαλικὸς τυρὸς, τὸ νῦν κατσικίσιο, οἱ συνήθεις τοῖς Ἕλλησιν τυροὶ ἦσαν. Πρὸς τούτοις δὲ καὶ ὁ κοπτὸς τυρὸς ἦν, τὸ νῦν κοπανιστὸ, ἀλλὰ καὶ ὁ Σικελικὸς καλούμενος τροφαλίς. Ἐκ τούτων δὲ τῶν τυρῶν, ὦ φίλοι, ἡ τῆς παρ’ ἡμῖν φέτας καταγωγή ἐστιν. Προσέτι δὲ, ὁ Γαληνὸς ἔφη, φύλλοις φυτοῦ φυλλώδους τινὸς, ὀνόματι δρακόντιον ἐχρῶντο εἰς τὸ περιτυλίσσειν τόν τυρὸν ἵνα μή σήπηται.!!
Ἐν ἀγορᾲ δὲ πολλὰ τυροπώλεια ἦν ἐξ ὧν οἱ ἡμῶν πρόγονοι ἐωνοῦντο τυρὸν.
Πλακοῦντες δὲ τυροφόρους παρεσκεύαζον, ἡ παρ’ ἡμῖν τυρόπιτα, ἀλλὰ καὶ τυροτάριχον, ἔδεσμα τι ἐκ τυροῦ καὶ ἰχθύων. Οὐκ οἶδα τὸν τυροτάριχον.
Οὕτω, ὦ φίλοι, ὀλίγον τὶ ἄρτου μετὰ τυροῦ τρομαλικοῦ ἡδέως ἤσθιον τῆς πρωΐας, ἀλλὰ καὶ παρετίθεσαν τυρόν ὁμοῦ τοῖς ἄλλοις τῶν ἐδεσμάτων κατὰ τὸ ἄριστον τε καὶ δεῖπνον, ὥσπερ καὶ ἡμεῖς νῦν παρατίθεμεν. Πολλάκις δὲ καὶ ὡς ἐπίδειπνον περιέφερον τὸν τυρὸν.
Ἐκ τούτων δὲ δῆλον ἐστὶν τοῖς πᾶσιν ὅτι τό ἥδιστον τῶν ἐδεσμάτων ὁ τυρὸς ἦν τοῖς ἀρχαίοις Ἕλλησιν.
Καλὴν ἡμέραν..
Ἀποποίηση εὐθύνης
Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.