Σωκράτης καὶ Διοτίμα διαλεγόμενοι ἀλλήλοις!!!

Εἰς Ὅριον Εὐβοίας, ἐγγύς Κύμης, παρεγενόμην τῆς προτεραίας, φίλοι, ὡς διατρίψων ὀλίγας ἡμέρας ἐν ἀγροῖς. Αἰθρίας δε οὔσης σήμερον, εὔοσμοι αἱ ἄνθαι τῶν δένδρων πανταχοῦ διάκεινται τοῖς ἀνθρώποις, ὡς ἀμβροσία τινα ἐκ τοῦ Ὀλύμπου!!! Ἑβουλόμην μὲν ἂν πολλάς ἡμέρας δεῦρο διατρῖψαι ἀλλά ἐργασία οὐ συγχωρεῖ τοσαύτας πολλάς ἡμέρας ἀποφοιτᾶν ἑαυτῆς.

Ὁρῶν, φίλοι, τήν Σωκράτους εἰκόνα διαλεγομένου πρός Διοτίμαν, καί τοῦ χρησμοῦ ἐκείνου ἐνθυμηθείς, τοῦ Ἀπόλλωνος, ἐλογιζόμην ὅτι οὔπω ἐνέτυχον τινί γιγνώσκοντι ὀρθῶς τούς περί γυναικῶν Σωκράτους λόγους. Οὐ γάρ μόνον τό Σωκράτους ἦθος ἑρμηνεύει ἡμῖν ἥδε ἡ εἰκών, φίλοι, ἀλλά καί ὅτι πρός τάς γυναῖκας οὕτω χρηστῶς ἀεί εἶχεν, προσδεχόμενος διαλέγεσθαι προθύμως πρός αὐτάς περί φιλοσοφίας. Οἶδα ὅτι πολλά καί καλά λέγει περί γυναικῶν ὁ Σωκράτης, μήπω τοῖς πολλοὶ͂ς δῆ͂λα ὄντα.
Ἀπιστῶ δε καί οὐ πείθομαι τοῖς λέγουσιν ὡς ἡ Διοτίμα οὔποτε ἦν ὡς ἀληθῶς οὖσα τε καί ζῶσα. Πῶς δέ καί πόθεν ἐτεκμήραντο τοῦτο; Ὡς ἐν Συμποσίῳ Πλάτων φησί, Διοτίμα, ἐκ Μαντινείας τό γένος, εἰς Ἀθήνας ποτε ἀφίκετο ὅπως εὐχαῖς καθαίρει τήν πόλιν λοιμοῦ. Ἔτι δέ διδάσκαλος τοῦ Σωκράτους ἐγένετο περί τά ἐρωτικά καί τήν φιλοσοφίαν, ὡς Σωκράτης φησίν ἐν Συμποσίῳ. Ἐκ τούτων δῆλον ὅτι οὐ φάντασμα τι ἦν ἡ Διοτίμα ἐν τῷ Πλάτωνος νῷ, ἀλλά ὡς ἀληθῶς Διός ἱέρεια!!!

Ἀλλά καί πρός Ἀσπασίαν διελέγετο Σωκράτης περί τήν ρητορικήν, ὡς ἐν Μενεξένῳ ὁ Πλάτων φησίν, καί πρός Περικτιόνην καί ἄλλας πολλάς τῶν γυναικῶν. Λέγεται δέ ὅτι Ἀσπασία διδάσκαλος τῆς ρητορικῆς ἐγένετο τοῖς πλείστοις τῶν τότε φιλοσόφων.

Ἀπό Σωκράτους, φίλοι, τό ἠθικόν φιλοσοφίας εἶδος ἄρχεται!!! Ἐν ἄστει διατρίβων τόν βίον, οὗτος ὁ μέγας Ἕλλην, ὥσπερ ἡ ἀηδών, τό πρῶτον περί ἠθικοῦ βίου ἐδίδαξεν τούς ἀνθρώπους, ποιῶν αὐτούς βελτίους.
Ἀτυχῶς οἱ νῦν ἐς μόνον χριστιανούς βλέποντες ἀμελοῦσιν παντελῶς τῶν τότε ἀγαθῶν ἀνδρῶν ὥσπερ καί ὁ Σωκράτης ἦν. Οὕτως καί τά ἐκ πρώρας καί τά ἐκ πρύμνης ἀπωλέσαμεν οἱ Ἕλληνες ὡς ἡ ἀρχαῖα παροιμία φησιν.

Καλήν ἡμέραν.

Εὐμήχανος Μοσχονᾶς

Ἀποποίηση εὐθύνης

Οἱ συντάκτες τῶν ἄρθρων ἀποδέχονται ὅτι φέρουν τὴν ἀποκλειστικὴ εὐθύνη γιὰ τὴ νομιμότητα, ἀλλὰ καὶ γιὰ τὴν ὀρθότητά του περιεχομένου τῶν ἄρθρων τους, ἀπαλλάσσοντας τὸ filonoi.gr ἀπὸ ὁποιανδήποτε σχετικὴ εὐθύνη.

3 thoughts on “Σωκράτης καὶ Διοτίμα διαλεγόμενοι ἀλλήλοις!!!

  1. Πλίνθοι τε καὶ κέραμοι ἀτάκτως ἐρριμένοι, ἀμύρητοί τε καὶ κοῦφοι περὶ τὰ αὐτὰ λόγοι. Ὅθεν οὐδὲν ἐκ τούτων συνάγεται ἤ μὴ μόνον ἀνοησίας ἀπαύγασμα.
    Ἐν πάσει περιπτώσει λέγων ‘χριστιανούς’ τὶ φρονεῖς; Τοὺς πιστεύοντας τὴν ἐκ τοῦ ἑλληνικοῦ παγανισμοῦ προελθοῦσαν Ὀρθοδοξίαν ἤ τὴν τῶν Ἑσπερίων γνωστὴν ἀνοησιοπιστίαν;

Leave a Reply