Λέγεται τοίνυν, ἔφη, ὦἑταῖρε, πρῶτον μὲν εἶναι
τοιαύτη ἡ γῆ αὐτὴἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο,
ὥσπερ αἱ δωδεκάσκυ- τοι σφαῖραι, ποικίλη,
χρώμασιν διειλημμένη, ὧν καὶ τὰἐνθάδε εἶναι χρώματα
ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφῆς καταχρῶνται.
ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι,
καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων
καὶ καθαρωτέρων ἢ τούτων∙ τὴν μὲν γὰρ




